Περὶ νηστείας. Λόγος εʹ. – Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Περὶ νηστείας. Λόγος εʹ. – Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
0 0
Read Time:4 Minute, 19 Second

  Σήμερον, ἀγαπητοὶ, τὸν ἰατρὸν προσκυνήσωμεν. Ἰδοὺ γὰρ ἐφίσταται ἡ νηστεία, ἡ ψυχῶν καὶ σωμάτων σωτηρίαν χαριζομένη, ὡς ἀνάστασιν παρεχομένη παράδοξον, ὡς πρὸς πνευματικοὺς ἡμᾶς ἀγῶνας ἔλαιον ἀλείφεσθαι.

  Εὐχὴ καὶ νηστεία τὸ τῶν ἀγγέλων ἔργον, νηστεία παραδείσου πύλη, νηστεία ἁμαρτωλῶν καθάρσιον, νηστεία παῤῥησία πρὸς Θεὸν, νηστεία καθαρότης καρδίας, νηστεία πάντων τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν ἀγαθῶν τὸ κεφάλαιον, νηστεία ἁγιασμὸς ψυχῆς, νηστεία ὑγεία σώματος, νηστεία οἴκου ἀσφάλεια, νέων παιδαγωγὸς, νηπίων φύλαξ, γερόντων σωφρονισμὸς, γυναικῶν εὐκοσμία καὶ κατάστασις.

  Ἀλλ’ ὅτε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ καὶ ἐλεημοσύνῃ συμπάρεστι, τότε πλούσιος κατὰ Θεὸν ὁ τῆς εὐσεβείας ἐργάτης εὑρίσκεται. Θεῷ γὰρ δανείζει ὁ παρέχων τῷ πένητι. Εἶδες Θεὸν ἐγγυητὴν ὑπὲρ ἀνθρώπων γενόμενον; ∆ιὰ τοῦτο καὶ ὁ προφήτης τοῖς Ἰουδαίοις, ὡς μὴ τελοῦσι τὴν νηστείαν ἐξ ὅλης δυνάμεως, ὀνειδίζων ἔλεγεν· Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, τὸ ταπεινοῦν τὸν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ.

  Τί γὰρ ὄφελος, νηστεύειν στόματι, καὶ φονεύειν τοῖς ἔργοις; τί τὸ ὄφελος, βρωμάτων ἀπέχεσθαι, καὶ τῇ πορνείᾳ μιαίνεσθαι; Κρέας οὐκ ἐσθίεις, ἀλλὰ κατατρώγεις σάρκας τοῦ ἀδελφοῦ σου. Ποῖον κέρδος, οἴνῳ μὴ εὐφραίνεσθαι, καὶ μεθύσκεσθαι χρήμασι; τί τὸ ὄφελος, ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ· ποῖον κέρδος, νηστείᾳ μαραίνεσθαι, καὶ λοιδορεῖν τὸν πλησίον; τίς ἡ ὠφέλεια, ἐγκρατεύεσθαι βρωμάτων, καὶ ἁρπάζειν τὰ ἀλλότρια; τίς ἡ ἀνάγκη, τὸ σῶμα ξηραίνειν, καὶ πεινῶντας μὴ τρέφειν; τίς ἡ ὠφέλεια, τὰ μέλη συντρίβειν, καὶ χήρας μὴ ἐλεεῖν καὶ ὀρφανούς; τίς ὄνησις, ἐν φροντίσι καὶ μερίμναις διάγειν, καὶ ὀρφανοὺς χειμαζομένους μὴ ῥύεσθαι;

  Οὐδὲν ὄφελος τοῖς ἀνθρώποις, ὄνομα μόνον Χριστιανῶν ἐπιφέρεσθαι, ἔργα δὲ ἀγαθὰ μὴ κεκτημένοις· οὐ γὰρ ἀξιώματα παρὰ τῷ Θεῷ τιμῶνται, ἀλλ’ ἔργα ζητοῦνται.

  Ἐπεὶ καὶ Ἰούδας ἐν τοῖς ἀποστόλοις ὑπῆρχε, καὶ τῆς ἴσης τιμῆς ἀπήλαυσε μετὰ τῶν ἄλλων· ἀλλὰ φιλαργυρίαν ἀγαπήσας ἀγχόνην ἐδέξατο· ὡς καὶ ἄρτι πολλοὶ φοροῦσι προβάτων ἐνδύματα, ἀλλ’ ἔσωθεν λύκοι εἰσὶν ἅρπαγες.

  Ἐὰν βούλῃ νηστεύειν, μίσησον φιλαργύριον· τὸ μέγα κακόν ἐστιν ἡ φιλαργυρία.

Νηστεύεις; Φύγε μοιχείαν, φύγε πορνείαν, φύγε καταλαλιὰν, ψεῦδος,  λοιδορίαν, ἔχθραν, βλασφημίαν καὶ πᾶσαν περιεργίαν.

Νηστεύεις; Φύγε πλεονεξίαν, ἁρπαγὴν, ἔριν καὶ τὸν ψυχόλεθρον φθόνον.

Νηστεύεις; Φύγε ὀργὴν, πορνείαν, ζῆλον, ἐπιορκίαν καὶ πᾶσαν ἀδικίαν.

Νηστεύεις; Φύγε γαστριμαργίαν τὴν γεννήτειραν πάσης κακίας, τὴν χωρίζουσαν ἡμᾶς καὶ ἀπ’ αὐτοῦ τοῦ Θεοῦ· γαστριμαργίαν τὴν κατάγουσαν ἡμᾶς ἕως τῶν ἀβύσσων τῆς ἀπωλείας. Ἐὰν νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν. Μετανοίας γὰρ ὁ παρὼν καιρὸς, οὐχὶ δὲ ἀνέσεως· μετάνοια τὴν πεπτωκυῖαν ψυχὴν ἀνιστᾷ, τὴν ἀλλοτριωθεῖσαν φίλην τῷ Θεῷ καθίστησι· μετάνοια τὴν κατεῤῥαγμένην ψυχὴν διεγείρει, τὴν χωλεύουσαν ἀνορθοῖ, τὴν συντετριμμένην ἰᾶται, τὴν τετραυματισμένην ὑγιάζει.

  ∆ράμωμεν τοίνυν πρὸς τὴν μετάνοιαν, ἀδελφοὶ, δράμωμεν. Καιρὸς γὰρ τοῦ μετανοῆσαι, οὐχὶ δὲ τοῦ σπαταλᾷν καὶ ἀναπεσεῖν· καιρὸς θρηνεῖν καὶ δακρύειν,οὐχὶ δὲ τὸ κινίζειν καὶ μετεωρίζεσθαι· καιρὸς ἐξομολογήσεως καὶ πένθους καὶ στεναγμῶν, οὐχὶ δὲ ἀμελείας καὶ ῥᾳθυμίας.

  Μετάνοια γάρ ἐστι βασιλείας οὐρανῶν πρόξενος, καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις· μετάνοια τῶν ἁμαρτημάτων λυτήριον, τῶν σπιλωμάτων καθαρτήριον· μετάνοια, σωτηρίας μήτηρ, διαβόλου σκελισμὸς, παθῶν ἀφανισμός· ἡ μετάνοια τὰ δεσμὰ τῶν ἁμαρτημάτων διαλύει, τὰς ἀπηλπισμένας ψυχὰς διασώζει, τοὺς ἐσκοτισμένους φωταγωγεῖ, τοὺς μεμακρυμμένους πρὸς Θεὸν ἐπιστρέφει, τοὺς πεπλανημένους ἀνακαλεῖται· μετάνοια πάντων τῶν ἀπεγνωσμένων ψυχαγωγία καὶ παραμύθιον·
μετάνοια πάσης ψυχικῆς καὶ σωματικῆς ἀσθενείας ἰατρεῖον καὶ σωτήριον φάρμακον.

Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Νηστεύεις; Πένητα μὴ παρίδῃς.

Νηστεύεις; Βλέπε τῆς χήρας τὰ δάκρυα.

Νηστεύεις; Γυμνὸν περίβαλλε.

Νηστεύεις; Βλέπε ὀρφανοὺς στενάζοντας.

Νηστεύεις; Ἐὰν ἔχῃς, ἐλέησον· εἰ δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια.

Νηστεύεις; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον, καὶ ἀρκεῖ σοι εἰς σωτηρίαν.

Νηστεύεις; Μὴ ἀφανίσῃς τὸ πρόσωπόν σου, ὥσπερ οἱ ὑποκριταὶ, μὴ σκυθρωπάσῃς, ἀλλ’ ἄλειψόν σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς.

Ἐὰν νηστεύῃς, οὕτω νήστευε ὡς ὁ Χριστὸς ἐκέλευσεν, ἵνα μὴ καὶ τὸν κόπον ὑπομείνῃς, καὶ τὸν μισθὸν ἀπολέσῃς. Ἐὰν γὰρ νηστεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ.

Νηστεύεις; ∆ιάῤῥηξον βιαίων συναλλαγμάτων χειρόγραφον· συγχώρησον, ἵνα συγχωρῇ σοι· τῷ ἀδελφῷ σου τὴν λύπην ἄφες, ἵνα ἀφεθῇς· ἐλέησον, ἵνα ἐλεηθῇς· ἄφες τῷ πλησίον τὸ σφάλμα.

Νηστεύεις; Ἐλέησον ὃν ἠδίκησας, μὴ φθονήσῃς ποτὲ ἀδελφῷ, μήτε πάλιν μισήσῃς τινά.

Νηστεύεις; Μὴ κενοδοξήσῃς.

Νηστεύεις; Φύγε πορνείαν, τὴν μιαίνουσαν ἡμῶν τὴν ψυχὴν καὶ τὸ σῶμα· πορνείαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων· πορνείαν, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός.

Νηστεύεις; Μὴ συκοφαντήσῃς πένητα, ἵνα μὴ παροργίσῃς τὸν ποιήσαντα αὐτόν.

Νηστεύεις; Θρέψον πεινῶντας, πότισον διψῶντας, γυμνοὺς ἔνδυσον, ξένους παραμύθησαι, ἀσθενοῦντας ἐπίσκεψαι, τῶν ἐν φυλακῇ μὴ ἐπιλάθῃς, καταπονουμένους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι, γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, εἰρηνοποιός· γενοῦ μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, ἄμαχος, εὐλαβὴς, ἵνα ὁ Θεὸς τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι. Οὐδὲν γὰρ ἀδελφὸς δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ὡς ἡ μετάνοια καὶ ἡ ἐλεημοσύνη.

  Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν, καὶ μισθὸν κομισώμεθα παρὰ τοῦ Θεοῦ·

ἵν’ ἀκούσωμεν τῆς μακαρίας φωνῆς ἐκείνης τῆς λεγούσης·

  ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ ἀσθενὴς καὶ γυμνὸς καὶ ἐν φυλακῇ, καὶ διηκονήσατέ μοι.

  Ἧς τῆς φωνῆς ἀξιωθείημεν πάντες ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν

 

Happy

Happy

0 %

Sad

Sad
0 %

Excited

Excited
0 %

Sleepy

Sleepy

0 %

Angry

Angry
0 %

Surprise

Surprise
0 %