ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ.
Μεγάλου Βασιλείου
Χριστοῦ γέννησις ἡ μὲν οἰκεία καὶ πρώτη καὶ ἰδία αὐτοῦ τῆς θεότητος σιωπῇ τιμάσθω· μᾶλλον δὲ καὶ ταῖς ἐννοίαις ἡμῶν μὴ ζητεῖν ἐκεῖνα μηδὲ πολυπραγμονεῖν ἐπιτάξωμεν. Ὅπου γὰρ οὐ χρόνος, οὐκ αἰὼν ἐμεσίτευσεν, οὐ τρόπος ἐπινενόηται, οὐ θεατὴς παρῆν, οὐχ ὁ διηγούμενός ἐστι, πῶς φαντασθῇ ὁ νοῦς; πῶς δὲ ὑπηρετήσει ταῖς διανοίαις ἡ γλῶσσα; Ἀλλὰ Πατὴρ ἦν, καὶ Υἱὸς ἐγεννήθη. Μὴ εἴπῃς, Πότε; ἀλλὰ παράδραμε τὸ ἐπερώτημα. Μὴ ἐπιζητήσῃς, Πῶς; ἀδύνατος γὰρ ἡ ἀπόκρισις. Τὸ μὲν γὰρ, πότε, χρονικόν· τὸ δὲ, πῶς, ὄλισθον ἐμποιεῖ πρὸς τοὺς σωματικοὺς τῆς γεννήσεως τρόπους. Ἔχω εἰπεῖν ἀπὸ τῆς Γραφῆς, ὅτι ὡς ἀπαύγασμα ἀπὸ τῆς δόξης, καὶ ὡς εἰκὼν ἀπὸ τοῦ πρωτοτύπου. Ἀλλ’ ὅμως ἐπειδὴ οὐχ ἵστησί σου τὴν πολυπραγμοσύνην τῶν λογισμῶν ὁ τοιοῦτος λόγος τῆς ἀποκρίσεως, ἐπὶ τὸ ἄῤῥητον καταφεύγω τῆς δόξης, καὶ ὁμολογῶ ἀνεπινόητον εἶναι λογισμοῖς καὶ ἄφατον ῥήμασιν ἀνθρωπίνοις τὸν τρόπον τῆς θείας γεννήσεως. Μὴ λέγε· Εἰ ἐγεννήθη, οὐκ ἦν· μηδὲ συνάρπαζε κακουργίᾳ ῥημάτων διανοίας ἀπειροκάλους, ἐκ τῶν ὧδε παραδειγμάτων διαλυμαινόμενος τὴν ἀλήθειαν, καὶ τὴν θεολογίαν καταῤῥυπαίνων. Ἐγεννήθη, εἶπον, ἵνα τὴν ἀρχὴν αὐτοῦ καὶ τὸν αἴτιον ἀποδείξω, οὐχ ἵνα χρόνου ὕστερον τὸν Μονογενῆ ἀπελέγξω. Σοῦ δὲ μὴ κενεμβατείτω ὁ νοῦς, εἰς αἰῶνας ὑπερβαίνων πρεσβυτέρους τοῦ Υἱοῦ, τοὺς οὔτε ὄντας, οὔτε γενομένους. Πῶς γὰρ πρεσβύτερα δύναται εἶναι τὰ ποιήματα τοῦ πεποιηκότος αὐτά; Ἀλλὰ γὰρ ἔλαθον, ὃ ἀπέφυγον, εἰς τοῦτο αὐτομάτως ἐκ τῆς τοῦ λόγου ἀκολουθίας συνενεχθείς. Καταλείπωμεν οὖν τοὺς λόγους τοὺς περὶ τῆς ἀιδίου ἐκείνης καὶ ἀῤῥήτου γεννήσεως, ἐκεῖνο ἐνθυμηθέντες, ὅτι ὁ μὲν νοῦς τῶν πραγμάτων ἐλάττων, ὁ δὲ λόγος τῶν νοουμένων πάλιν καταδεέστερος.
Σκοπεῖν οὖν χρὴ ὁπόσον τί ἐστι τὸ ἀπὸ τῆς ἀληθείας ἐπὶ τὸν λόγον ἀπόπτωμα· εἴπερ ὁ μὲν νοῦς προσβῆναι τῇ φύσει τῶν ἀκαταλήπτων ἀδυνατεῖ, λόγου δὲ φύσιν τοῖς ὁπωσοῦν νοηθεῖσιν εὑρεῖν παρισουμένην ἀμήχανον. Θεὸς ἐπὶ γῆς, Θεὸς ἐν ἀνθρώποις, οὐ διὰ πυρὸς καὶ σάλπιγγος καὶ ὄρους καπνιζομένου, ἢ γνόφου, καὶ θυέλλης ἐκδειματούσης τὰς ψυχὰς τῶν ἀκροωμένων νομοθετῶν, ἀλλὰ διὰ σώματος ἡμέρως καὶ προσηνῶς τοῖς ὁμογενέσι διαλεγόμενος. Θεὸς ἐν σαρκί· οὐκ ἐκ διαλειμμάτων ἐνεργῶν ὡς ἐν τοῖς προφήταις, ἀλλὰ συμφυῆ ἑαυτῷ τὴν ἀνθρωπότητα καὶ ἡνωμένην κατακτησάμενος, καὶ διὰ τῆς συγγενοῦς ἡμῶν σαρκὸς αὐτοῦ πρὸς ἑαυτὸν ἐπανάγων πᾶσαν τὴν ἀνθρωπότητα. Πῶς οὖν δι’ ἑνὸς, φησὶν, εἰς πάντας ἦλθε τὸ λαμπτήριον; Τίνα τρόπον ἐν σαρκὶ ἡ θεότης; Ὡς τὸ πῦρ ἐν σιδήρῳ· οὐ μεταβατικῶς, ἀλλὰ μεταδοτικῶς. Οὐ γὰρ ἐκτρέχει τὸ πῦρ πρὸς τὸν σίδηρον, μένον δὲ κατὰ χώραν, μεταδίδωσιν αὐτῷ τῆς οἰκείας δυνάμεως, ὅπερ οὔτε ἐλαττοῦται τῇ μεταδόσει, καὶ ὅλον πληροῖ ἑαυτοῦ τὸ μετέχον. Κατὰ τοῦτο δὴ καὶ ὁ Θεὸς Λόγος οὔτε ἐκινήθη ἐξ ἑαυτοῦ, “Καὶ ἐσκήνωσεν ἐν ἡμῖν·” οὔτε τροπὴν ὑπέμεινε, “Καὶ ὁ Λόγος σὰρξ ἐγένετο·” οὔτε ὁ οὐρανὸς ἔρημος ἦν τοῦ συνέχοντος, καὶ ἡ γῆ ἐν τοῖς ἰδίοις κόλποις τὸν οὐράνιον ὑπεδέχετο. Μὴ κατάπτωσιν τῆς θεότητος ἐννοήσῃς· οὐ γὰρ μεταβαίνει ἐκ τόπου εἰς τόπον ὡς τὰ σώματα· μηδὲ φαντασθῇς ἠλλοιῶσθαι τὴν θεότητα μεταβλη θεῖσαν εἰς σάρκα· ἄτρεπτον γὰρ τὸ ἀθάνατον. Πῶς οὖν, φησὶ, τῆς σωματικῆς ἀσθενείας ὁ Θεὸς Λόγος οὐκ ἀνεπλήσθη; Φαμὲν, ὡς οὐδὲ τὸ πῦρ τῶν τοῦ σιδήρου ἰδιωμάτων μεταλαμβάνει. Μέλας ὁ σίδηρος καὶ ψυχρός· ἀλλ’ ὅμως πυρακτωθεὶς τὴν τοῦ πυρὸς μορφὴν ὑποδύεται, αὐτὸς λαμπρυνόμενος, οὐχὶ μελαίνων τὸ πῦρ, καὶ αὐτὸς ἐκφλογούμενος, οὐ καταψύχων τὴν φλόγα. Οὕτω καὶ ἡ ἀνθρωπίνη τοῦ Κυρίου σὰρξ, αὐτὴ μετέσχε τῆς θεότητος, οὐ τῇ θεότητι μετέδωκε τῆς οἰκείας ἀσθενείας. Ἢ οὐδὲ τῷ αἰσθητῷ τούτῳ πυρὶ ἴσον δίδως ἐνεργεῖν τὴν θεότητα, ἀλλὰ πάθος περὶ τὸν ἀπαθῆ ἐκ τῆς ἀνθρωπίνης ἀσθενείας φαντάζῃ, καὶ ἀπορεῖς πῶς ἡ φθαρτὴ φύσις τῇ πρὸς Θεὸν κοινωνίᾳ ἔσχε τὸ ἀκήρατον; Μάθε δὴ τὸ μυστήριον. Διὰ τοῦτο Θεὸς ἐν σαρκὶ, ἵν’ ἐναποκτείνῃ τὸν ἐμφωλεύοντα θάνατον. Ὡς γὰρ τῶν φαρμάκων τὰ ἀλεξητήρια κατακρατεῖ τῶν φθαρτικῶν, οἰκειωθέντα τῷ σώματι, καὶ ὡς τὸ ἐνυπάρχον τῷ οἴκῳ σκότος τῇ ἐπεισαγωγῇ τοῦ φωτὸς λύεται οὕτως ὁ ἐνδυναστεύων τῇ ἀνθρωπίνῃ φύσει θάνατος τῇ παρουσίᾳ τῆς θεότητος ἠφανίσθη. Καὶ ὡς ἐν ὕδατι πάγος, ὅσον μὲν χρόνον νύξ ἐστι καὶ σκιὰ, κατακρατεῖ τῶν ὑγρῶν, ἡλίου δὲ θάλποντος ὑποτήκεται τῇ ἀκτῖνι· οὕτως ἐβασίλευσε μὲν ὁ θάνατος μέχρι παρουσίας Χριστοῦ· ἐπειδὴ δὲ ἐφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, καὶ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, κατεπόθη ὁ θάνατος εἰς νῖκος, τῆς ἀληθινῆς ζωῆς τὴν ἐπιδημίαν οὐκ ἐνεγκών. Ὢ βάθος ἀγαθότητος καὶ φιλανθρωπίας Θεοῦ Δι’ ὑπερβολὴν φιλανθρωπίας πρὸς τὴν δουλείαν ἀφηνιάζομεν. Διὰ τί Θεὸς ἐν ἀνθρώποις, τὸν λόγον ἐπιζητοῦσιν ἄνθρωποι, δέον προσκυνεῖν τὴν χρηστότητα.
Τί σοι ποιήσομεν, ἄνθρωπε; Μένοντα ἐν τῷ ὕψει τὸν Θεὸν οὐκ ἐπεζήτησας, συγκαταβαίνοντά σοι καὶ διὰ σαρκὸς ὁμιλοῦντα οὐχ ὑποδέχῃ· ἀλλὰ πῶς οἰκειωθῇς τῷ Θεῷ, ἐπιζητεῖς τὴν αἰτίαν. Μάνθανε, ὅτι διὰ τοῦτο Θεὸς ἐν σαρκὶ, ἐπειδὴ ἔδει τὴν καταραθεῖσαν σάρκα ταύτην ἁγιασθῆναι, τὴν ἀσθενήσασαν ἐνδυναμωθῆναι, τὴν ἀλλοτριωθεῖσαν Θεοῦ, ταύτην οἰκειωθῆναι αὐτῷ, τὴν ἐκπεσοῦσαν τοῦ παραδείσου, ταύτην εἰς οὐρανοὺς ἀναχθῆναι. Καὶ τί τὸ ἐργαστήριον τῆς οἰκονομίας ταύτης; Παρθένου ἁγίας σῶμα. Τίνες δὲ ἀρχαὶ τῆς γεννήσεως; Πνεῦμα ἅγιον, καὶ δύναμις Ὑψίστου ἐπισκιάζουσα. Μᾶλλον δὲ αὐτῶν ἄκουε τῶν τοῦ Εὐαγγελίου ῥημάτων. “Μνηστευθείσης γὰρ, φησὶ, τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.” Καὶ παρθένος, καὶ μεμνηστευμένη ἀνδρὶ, ἐπιτηδεία πρὸς τὴν τῆς οἰκονομίας διακονίαν ἐκρίθη, ἵνα καὶ ἡ παρθενία τιμηθῇ, καὶ ὁ γάμος μὴ φαυλισθῇ. Ἡ παρθενία μὲν γὰρ ὡς ἐπιτηδεία πρὸς ἁγιασμὸν ἐξελέγη· διὰ δὲ τῆς μνηστείας αἱ ἀρχαὶ τοῦ γάμου συμπαρελήφθησαν. Ὁμοῦ δὲ, ἵνα καὶ μάρτυς οἰκεῖος ᾖ τῆς καθαρότητος Μαρίας ὁ Ἰωσὴφ, καὶ μὴ ἔκδοτος εἴη τοῖς συκοφάνταις ὡς τὴν παρθενίαν βεβηλώσασα, μνηστῆρα εἶχε τοῦ βίου φύλακα. Ἔχω τινὰ καὶ ἄλλον λόγον εἰπεῖν οὐδὲν ἀτιμότερον τῶν εἰρημένων, ὅτι ὁ ἐπιτήδειος πρὸς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου καιρὸς, πάλαι προωρισμένος καὶ προδιατεταγμένος πρὸ καταβολῆς κόσμου, τότε ἐνειστήκει, καθ’ ὃν ἔδει τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὴν δύναμιν τοῦ Ὑψίστου τὴν θεοφόρον ἐκείνην συστήσασθαι σάρκα. Ἐπειδὴ δὲ ὁμότιμον τῆς καθαρότητος Μαρίας οὐκ εἶχεν ἡ κατ’ ἐκείνην γενεὰ τῶν ἀνθρώπων, ὥστε ἐνέργειαν τοῦ Πνεύματος ὑποδέξασθαι, προκατείληπτο δὲ διὰ τῆς μνηστείας, ἐξελέγη ἡ μακαρία Παρθένος, οὐδὲν τῆς παρθενίας ἐκ τῆς μνηστείας παραβλαβείσης. Εἴρηται δὲ τῶν παλαιῶν τινι καὶ ἕτερος λόγος, ὅτι ὑπὲρ τοῦ λαθεῖν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου τὴν παρθενίαν τῆς Μαρίας ἡ τοῦ Ἰωσὴφ ἐπενοήθη μνηστεία. Οἱονεὶ γὰρ μετεωρισμὸς τῷ πονηρῷ τὸ σχῆμα τῆς μνηστείας περὶ τὴν Παρθένον ἐπενοήθη πάλαι ἐπιτηροῦντι τὰς παρθένους, ἀφ’ οὗ ἤκουσε τοῦ προφήτου λέγοντος· “Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν.” Ἀπεβουκολήθη οὖν διὰ τῆς μνηστείας ὁ ἐπίβουλος τῆς παρθενίας. Ἤδει γὰρ κατάλυσιν τῆς ἰδίας ἀρχῆς τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ Κυρίου γενησομένην.
“Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.” Ἀμφότερα εὗρεν ὁ Ἰωσὴφ, καὶ τὴν κύησιν, καὶ τὴν αἰτίαν, ὅτι ἐκ Πνεύματος ἁγίου. Διὸ, φοβηθεὶς τοιαύτης γυναικὸς ἀνὴρ ὀνομάζεσθαι, “Ἠβουλήθη λάθρα ἀπολῦσαι αὑτὴν,” μὴ τολμήσας δημοσιεῦσαι τὰ κατ’ αὐτήν. Δίκαιος δὲ ὢν, ἔτυχε τῆς ἀποκαλύψεως τῶν μυστη ρίων. “Ταῦτα γὰρ αὐτοῦ ἐνθυμηθέντος, ἄγγελος Κυρίου ἐφάνη αὐτῷ κατ’ ὄναρ, λέγων· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου.” Μηδ’ ἐκεῖνο ἐνθυμηθῇς, ὅτι ὑπονοίαις ἀτόποις συσκιάσεις τὸ ἁμάρτημα. Δίκαιος γὰρ προσηγορεύθης· οὐ πρὸς δικαίου δὲ ἀνδρὸς σιωπῇ τὰς παρανομίας ἐπικαλύπτειν. “Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου.” Ἔδειξεν, ὅτι οὐκ ἠγανάκτει, οὐδὲ ἐβδελύσσετο, ἀλλ’ ἐφοβεῖτο αὐτὴν ὡς Πνεύματος ἁγίου πεπληρωμένην. “Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.” Καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐ κατὰ τὴν κοινὴν φύσιν τῆς σαρκὸς ἡ σύστασις ἐγένετο τῷ Κυρίῳ. Εὐθὺς γὰρ τέλειον ἦν τῇ σαρκὶ τὸ κυοφορούμενον, οὐ ταῖς κατὰ μικρὸν διαπλάσεσι μορφωθὲν, ὡς δηλοῖ τὰ ῥήματα. Οὐ γὰρ εἴρηται, Τὸ κυηθὲν, ἀλλὰ, “Τὸ γεννηθέν.” Ἐξ ἁγιωσύνης οὖν ἡ σὰρξ συμπαγεῖσα, ἀξία ἦν τῇ θεότητι τοῦ Μονογενοῦς ἑνωθῆναι. “Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.” Τετηρήκαμεν, ὅτι οἷς ἐξεπίτηδες τίθενται τὰ ὀνόματα, ἔνδειξιν ἔχει τῆς ὑποκειμένης φύσεως, ὡς τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰσραήλ. Τούτων γὰρ ἑκάστου ἡ προσηγορία οὐ μᾶλλον τὸν τοῦ σώματος χαρακτῆρα ἢ τὸ ἰδίωμα τῆς κατορθουμένης ὑπ’ αὐτῶν ἀρετῆς παρεδήλου. Διὰ τοῦτο καὶ νῦν Ἰησοῦς προσαγορεύεται, τουτέστι “Σωτηρία λαοῦ.” Ἤδη δὲ καὶ τὸ πρὸ αἰώνων διατεταγμένον μυστήριον, καὶ πάλαι διὰ τῶν προφητῶν κηρυχθὲν, τὴν ἔκβασιν εἶχεν. “Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός.” Πάλαι κἀκείνη ἡ προσηγορία τοῦ παντὸς μυστηρίου τὴν δήλωσιν ἔχει, ὅτι Θεὸς ἐν ἀνθρώποις, ἐπειδὴ ἑρμηνεύεται, φησὶ, τὸ Ἐμμανουὴλ “Μεθ’ ἡμῶν ὁ Θεός.” Καὶ μηδεὶς περιτρεπέσθω ταῖς Ἰουδαικαῖς ἐπηρείαις, οἵ φασιν οὐχὶ παρθένον, ἀλλὰ νεᾶνιν εἰρῆσθαι παρὰ τοῦ προφήτου. “Ἰδοὺ γὰρ, φησὶν, ἡ νεᾶνις ἐν γαστρὶ λήψεται.” Πρῶτον μὲν γὰρ πάντων ἐστὶν ἀλογώτατον τὸ παρὰ τοῦ Κυρίου ἀντὶ σημείου δοθὲν, τοῦτο κοινὸν ὂν καὶ ὑπὸ πάσης τῆς φύσεως ὁμολογούμενον εἶναι δοκεῖν. Τί γάρ φησιν ὁ προφήτης; “Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδ’ οὐ μὴ πειράσω Κύριον.” Εἶτα μετ’ ὀλίγα φησίν· “Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται.” Ἐπειδὴ γὰρ οὐκ ᾔτησε τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον ὁ Ἄχαζ, ἵνα μάθῃς, ὅτι ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, αὐτὸς ὁ Κύριος ἔδωκε σημεῖον· σημεῖον δὲ παράδοξόν τι καὶ τεραστικὸν, καὶ παρὰ πολὺ τῆς κοινῆς παρηλλαγμένον φύσεως. Ἡ αὐτὴ γυνὴ καὶ παρθένος καὶ μήτηρ, καὶ ἐν τῷ ἁγιασμῷ τῆς παρθενίας μένουσα, καὶ τὴν τῆς τεκνογονίας εὐλογίαν κληρονομοῦσα. Εἰ δέ τινες τῶν ἑρμηνευσάντων τὴν Ἑβραίδα φωνὴν ἀντὶ τῆς παρθένου τὴν νεᾶνιν ἐκδεδώκασιν, οὐδὲν τῷ λόγῳ διαλυμαίνεται. Εὑρήκαμεν γὰρ ἐν τῇ συνηθείᾳ τῆς Γραφῆς ἀντὶ τῆς παρθένου τὴν νεᾶνιν παραλαμβανομένην πολλάκις, ὡς ἐν τῷ Δευτερονομίῳ φησίν· “Ἐάν τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος κοιμηθῇ μετ’ αὐτῆς, καὶ εὑρεθῇ, δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ’ αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα.”
“Καὶ ἐγερθεὶς παρέλαβε τὴν γυναῖκα αὑτοῦ.” Καὶ διαθέσει, καὶ στοργῇ, καὶ πάσῃ τῇ ἐπιβαλλούσῃ τοῖς συνοικοῦσιν ἐπιμελείᾳ γυναῖκα ἡγούμενος, τῶν γαμικῶν ἔργων ἀπείχετο. “Οὐκ ἐγίνωσκε γὰρ αὐτὴν, φησὶν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον.” Τοῦτο δὲ ἤδη ὑπόνοιαν παρέχει, ὅτι μετὰ τὸ καθαρῶς ὑπηρετήσασθαι τῇ γεννήσει τοῦ Κυρίου τῇ ἐπιτελεσθείσῃ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, τὰ νενομισμένα τοῦ γάμου ἔργα μὴ ἀπαρνησαμένης τῆς Μαρίας. Ἡμεῖς δὲ, εἰ καὶ μηδὲν τῷ τῆς εὐσεβείας παραλυμαίνεται λόγῳ (μέχρι γὰρ τῆς κατὰ τὴν οἰκονομίαν ὑπηρεσίας ἀναγκαία ἡ παρθενία, τὸ δ’ ἐφεξῆς ἀπολυπραγμόνητον τῷ λόγῳ τοῦ μυστηρίου), ὅμως διὰ τὸ μὴ καταδέχεσθαι τῶν φιλοχρίστων τὴν ἀκοὴν, ὅτι ποτὲ ἐπαύσατο εἶναι παρθένος ἡ Θεοτόκος, ἐκείνας ἡγούμεθα τὰς μαρτυρίας αὐτάρκεις. Πρὸς μὲν τὸ, ὅτι “Οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὑτῆς,” ὅτι τὸ, “ἕως,” πολλαχοῦ χρόνου μέν τινα δοκεῖ περιορισμὸν ὑποφαίνειν, κατὰ δὲ τὴν ἀλήθειαν τὸ ἀόριστον δείκνυσιν. Ὁποῖόν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου λεχθὲν τὸ, “Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.” Οὐ γὰρ δήπου μετὰ τὸν αἰῶνα τοῦτον οὐκ ἔμελλε συνέσεσθαι τοῖς ἁγίοις ὁ Κύριος· ἀλλ’ ἡ ἐπαγγελία τοῦ παρόντος τὸ διηνεκὲς σημαίνει, οὐκ ἔστιν ἀποκοπὴ τοῦ μέλλοντος. Τὸν αὐτὸν δὴ τρόπον φαμὲν κἀνταῦθα παρειλῆφθαι τὸ, “ἕως.” Ἐπειδὴ δὲ εἴρηται, “Πρωτότοκον,” οὐ πάντως ὁ πρωτότοκος πρὸς τοὺς ἐπιγινομένους ἔχει τὴν σύγκρισιν, ἀλλ’ ὁ πρῶτον διανοίγων μήτραν πρωτότοκος ὀνομάζεται. Δηλοῖ δὲ καὶ ἡ κατὰ τὸν Ζαχαρίαν ἱστορία, ὅτι μέχρι παντὸς παρθένος ἡ Μαρία. Λόγος γάρ τίς ἐστι, καὶ οὗτος ἐκ παραδόσεως εἰς ἡμᾶς ἀφιγμένος, ὅτι ὁ Ζαχαρίας, ἐν τῇ τῶν παρθένων χώρᾳ τὴν Μαριὰμ κατατάξας μετὰ τὴν τοῦ Κυρίου κύησιν, ὑπὸ τῶν Ἰουδαίων κατεφονεύθη μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐγκληθεὶς ὑπὸ τοῦ λαοῦ ὡς διὰ τούτου κατασκευάζων τὸ παράδοξον ἐκεῖνο καὶ πολυύμνητον σημεῖον, παρθένον γεννήσασαν καὶ τὴν παρθενίαν μὴ διαφθείρασαν. “Τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησὶν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;” Ἔθνος Περσικὸν οἱ μάγοι, μαντείαις καὶ ἐπαοιδίαις καὶ φυσικαῖς τισιν ἀντιπαθείαις προσέχοντες, καὶ περὶ τὴν τήρησιν τῶν μεταρσίων ἐσχολακότες. Ταύτης δὲ τῆς μαντείας ἔοικε εἶναι καὶ Βαλαὰμ, ὁ μεταπεμφθεὶς παρὰ τοῦ Βαλὰκ, ὥστε διά τινων τελετῶν καταράσασθαι τὸν Ἰσραήλ· ὃς καὶ ἐν τῇ τετάρτῃ αὐτοῦ παραβολῇ τοιαῦτα λέγει περὶ τοῦ Κυρίου· “Ἄνθρωπος ὁρῶν, φησὶν, ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος γνῶσιν Ὑψίστου, καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ. Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει. Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ.” Διὰ τοῦτο ἐπιζητήσαντες τὸν τόπον τῆς Ἰουδαίας, κατὰ μνήμην τῆς παλαιᾶς προφητείας, ἦλθον μαθεῖν ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων. Τάχα δὲ καὶ ἀντικειμένης δυνάμεως τῇ ἐπιφανείᾳ τοῦ Κυρίου ἀτονωτέρας λοιπὸν γενομένης, αἰσθανόμενοι καταργουμένης τῆς ἐνεργείας αὐτῶν, μεγάλην δύναμιν τῷ τεχθέντι προσεμαρτύρουν. Διὰ τοῦτο εὑρόντες τὸ παιδίον προσεκύνησαν αὐτῷ ἐν δώροις. Μάγοι, τὸ ἀπηλλοτριωμένον τοῦ Θεοῦ καὶ ξένον τῶν διαθηκῶν ἔθνος, πρῶτοι τῆς προσκυνήσεως ἠξιώθησαν, διότι αἱ παρὰ τῶν ἐχθρῶν μαρτυρίαι ἀξιοπιστότεραί εἰσιν. Εἰ γὰρ Ἰουδαῖοι προσεκύνησαν πρῶτοι, ἐνομίσθησαν ἂν τὴν ἑαυτῶν σεμνύνειν συγγένειαν· νῦν δὲ οἱ μηδὲν προσήκοντες ὡς τῷ Θεῷ προσκυνοῦσιν, ἵν’ οἱ οἰκεῖοι κατακριθῶσι, τοῦτον σταυρώσαντες, ὃν οἱ ἀλλόφυλοι προσεκύνησαν. Ἐπεὶ μέντοι προσέκειντο ταῖς τῶν οὐρανίων κινήσεσιν, οὐκ ἀργῶς ἐθεώρουν τὸ παράδοξον τῶν κατ’ οὐρανὸν θεαμάτων, ἀστέρα καινὸν καὶ ἀσυνήθη τῇ γεννήσει τοῦ Κυρίου ἐπανατείλαντα.
Καὶ μηδεὶς ἑλκέτω τὴν τῆς ἀστρολογίας κατασκευὴν εἰς τὴν τοῦ ἀστέρος ἀνατολήν. Οἱ μὲν γὰρ τὴν γένεσιν παρεισάγοντες ἐκ τῶν ἤδη ὄντων ἀστέρων, τῶν τούτων τοιόνδε σχηματισμὸν αἴτιον εἶναι τῶν κατὰ τὸν βίον συμπτωμάτων ἑκάστῳ τίθενται· ἐνταῦθα δὲ οὐδεὶς τῶν ὄντων ἀστέρων τὴν βασιλικὴν γέννησιν ἐσήμαινεν, οὐδ’ αὐτὸς τῶν συνήθων ἦν. Οἱ γὰρ τῇ κτίσει συγκαταβληθέντες ἐξ ἀρχῆς ἤτοι ἀκίνητοί εἰσι διὰ παντὸς, ἢ τὴν κίνησιν ἄπαυστον ἔχοντες· ὁ δὲ φανεὶς οὗτος ἀμφότερα φαίνεται ἔχων, καὶ κινούμενος καὶ ἱστάμενος. Καὶ ἐν μὲν τοῖς ἤδη οὖσιν οἱ μὲν κατεστηριγμένοι οὐδέποτε κινοῦνται, οἱ δὲ πλανῆται οὐδέποτε ἵστανται· ὁ δὲ ἀμφότερα ἔχων ἐν αὑτῷ, καὶ κίνησιν καὶ στάσιν, δῆλός ἐστιν οὐδετέροις προσήκων. Ἐκινήθη μὲν γὰρ ἀπὸ ἀνατολῶν μέχρι Βηθλεέμ· ἔστη δὲ ἐπάνω οὗ ἦν τὸ παιδίον. Διὰ τοῦτο κινηθέντες οἱ μάγοι ἀπὸ ἀνατολῶν τῇ ὁδηγίᾳ ἀστέρος ἑπόμενοι, ἐπιστάντες τοῖς Ἱεροσολύμοις, πᾶσαν μὲν ἐτάραξαν τῇ ἑαυτῶν ἐπιδημίᾳ τὴν πόλιν, φόβον δὲ τῷ βασιλεῖ τῶν Ἰουδαίων ἐνῆκαν. Εὑρόντες οὖν ὃν ἐζήτουν, δώροις ἐτίμησαν, χρυσῷ, καὶ λιβάνῳ, καὶ σμύρνῃ· τάχα που τῇ προφητείᾳ τοῦ Βαλαὰμ ἀκολουθοῦντες καὶ ἐνταῦθα, ὃς περὶ τοῦ Χριστοῦ τοιαῦτα εἶπε· “Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἀναστήσει αὐτόν; Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.” Ἐπεὶ οὖν διὰ μὲν τοῦ λέοντος τὸ βασιλικὸν ὁ λόγος ἐνδείκνυται, διὰ δὲ τῆς κατακλίσεως τὸ πάθος, διὰ δὲ τῆς τοῦ εὐλογεῖν δυνάμεως τὴν θεότητα, ἀκολουθοῦντες τῇ προφητείᾳ οἱ μάγοι, ὡς μὲν βασιλεῖ τὸν χρυσὸν, ὡς δὲ τεθνηξομένῳ τὴν σμύρναν προσήνεγκαν, ὡς δὲ Θεῷ τὸν λίβανον. Οὐ μὴν οὐδ’ ἐκεῖνο τοῖς περιέργως τὰ κατὰ τὸν τόκον ἐκλαμβάνουσιν εἰπεῖν ὑπάρχει, ὅτι ὁ ἀστὴρ τοῖς κομήταις παραπλήσιος ἦν, οἵπερ μάλιστα δοκοῦσι βασιλέων διαδοχὰς δηλοῦντες κατ’ οὐρανὸν ἵστασθαι. Ἀκίνητοι γὰρ καὶ οὗτοι ὡς ἐπίπαν εἰσὶν, ἐν περιγραπτῷ τόπῳ τῆς ἐκκαύσεως γινομένης. Κομῆται γὰρ καὶ δοκίδες καὶ βόθυνοι διάφορα σχήματα, καὶ προσηγορίαι οἰκεῖαι τοῖς σχήμασι. Πάντων δὲ γένεσις ἡ αὐτή. Ὅταν γὰρ πλημμύρῃ ὁ περὶ τὴν γῆν ἀὴρ, καὶ εἰς τὸν αἰθέριον τόπον ὑπερχυθῇ, καὶ οἱονεὶ ὕλην τῷ πυρὶ παρασχόμενος τὸ παχὺ καὶ τεθολωμένον τῆς ἐντεῦθεν ἀναφορᾶς, ἀστέρος ἐναργῆ φαντασίαν παρέχεται. Ὁ μέντοι φανεὶς ἐπὶ τῆς ἀνατολῆς, κινήσας τοὺς μάγους πρὸς τὴν ζήτησιν τοῦ γεννηθέντος, πάλιν ἀφανὴς ἦν ἕως οὗ ἀπορουμένοις αὐτοῖς ἐπὶ τῆς Ἰουδαίας δεύτερον ἐξεφάνη, ὥστε ἀκοῦσαι τίνος ἦν, καὶ τίνι ὑπουργεῖ, καὶ διὰ τίνα γεγέννηται. Ἐλθὼν γὰρ ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Διὸ καὶ ἰδόντες οἱ μάγοι ἐχάρησαν χαρὰν μεγάλην. Δεξώμεθα τοίνυν καὶ ἡμεῖς ταύτην τὴν μεγάλην χαρὰν ἐν ταῖς καρδίαις ἡμῶν. Ταύτην γὰρ εὐαγγελίζονται τὴν χαρὰν τοῖς ποιμέσιν οἱ ἄγγελοι. Μετὰ μάγων προσκυνήσωμεν, μετὰ ποιμένων δοξάσωμεν, μετὰ ἀγγέλων χορεύσωμεν, “Ὅτι ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,” οὐκ ἐν μορφῇ Θεοῦ, ἵνα μὴ διαπτοήσῃ τὸ ἀσθενοῦν, ἀλλ’ ἐν μορφῇ δούλου, ἵνα ἐλευθερώσῃ τὸ δουλωθέν. Τίς οὕτως νωθρὸς τὴν ψυχὴν, τίς οὕτως ἀχάριστος, ὡς μὴ χαίρειν καὶ ἀγαλλιᾶσθαι καὶ φαιδρύνεσθαι ἐπὶ τοῖς παροῦσι; Κοινὴ ἑορτὴ πάσης τῆς κτίσεως· αὕτη τῷ κόσμῳ δωρεῖται τὰ ὑπερκόσμια· τοὺς ἀρχαγγέλους πέμπει πρὸς τὸν Ζαχαρίαν, καὶ πρὸς τὴν Μαρίαν· καὶ χοροὺς ἀγγέλων ἵστησι τοὺς λέγοντας· “Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἀστέρες διατρέχουσιν ἐξ οὐρανοῦ· μάγοι κινοῦνται ἐκ τῶν ἐθνῶν· γῆ ὑποδέχεται ἐν σπηλαίῳ· οὐδεὶς ἀσυντελὴς, οὐδεὶς ἀχάριστος. Φθεγξώμεθά τινα καὶ ἡμεῖς φωνὴν ἀγαλλιάσεως· ὄνομα θώμεθα τῇ ἑορτῇ ἡμῶν Θεοφάνια· ἑορτάσωμεν τὰ σωτήρια τοῦ κόσμου, τὴν γενέθλιον ἡμέραν τῆς ἀνθρωπότητος. Σήμερον ἐλύθη ἡ καταδίκη τοῦ Ἀδάμ. Οὐκέτι, “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·” ἀλλὰ τῷ οὐρανίῳ συναφθεὶς πρὸς οὐρανὸν ἀναληφθήσῃ. Οὐκέτι, “Ἐν λύπαις τέξῃ τέκνα·” μακαρία γὰρ ἡ ὠδίνασα τὸν Ἐμμανουὴλ, καὶ μαστοὶ οἱ ἐκθρέψαντες. Διὰ τοῦτο “Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.” Θάλλει μου ἡ καρδία, καὶ πηγάζει μου ὁ νοῦς· ἀλλὰ βραχεῖα ἡ γλῶσσα καὶ ἀμυδρὸς ὁ λόγος, ὥστε τοσοῦτον χαρᾶς μέγεθος ἐξαγγεῖλαι. Νόει μοι θεοπρεπῶς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου. Ἄχραντόν μοι νόει καὶ ἀῤῥύπωτον τὴν θεότητα· κἂν ἐν ὑλικῇ φύσει γένηται. Τὸ ἐμπαθὲς διορθοῦται, οὐκ αὐτὴ τοῦ πάθους ἐμπίπλαται. Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον καὶ ἐν βορβόρῳ γινόμενον, καὶ μηδὲν μολυνόμενον, καὶ ῥυπαροῖς ἐπιλάμποντα, καὶ δυσωδίας μὴ ἀπολαύοντα; Τοὐναντίον μὲν οὖν οἷς ἂν διαρκῶς ὁμιλήσῃ τὰς σηπεδόνας ἀναξηραίνει. Τί οὖν φοβῇ περὶ τῆς ἀπαθοῦς καὶ ἀκηράτου φύσεως, μή τινα κηλίδα παρ’ ἡμῶν ἀναμάξηται; Διὰ τοῦτο ἐτέχθη, ἵνα σὺ καθαρθῇς διὰ τοῦ συγγενοῦς. Διὰ τοῦτο αὐξάνεται, ἵνα σὺ διὰ τῆς συνηθείας οἰκειωθῇς. Ὢ βάθος ἀγαθότητος καὶ φιλανθρωπίας Θεοῦ Δι’ ὑπερβολὴν δωρεῶν ἀπιστοῦμεν τῷ εὐεργέτῃ· διὰ τὴν μεγάλην τοῦ Δεσπότου φιλανθρωπίαν πρὸς τὴν δουλείαν ἀφηνιάζομεν Ὢ τῆς ἀτόπου ταύτης καὶ πονηρᾶς ἀγνωμοσύνησ Μάγοι προσκυνοῦσι, καὶ Χριστιανοὶ συζητοῦσι, πῶς ἐν σαρκὶ Θεὸς, καὶ ποταπῇ σαρκί· καὶ εἰ τέλειος ἄνθρωπος ἢ ἀτελὴς ὁ προσληφθείς. Σιγάσθω τὰ περιττὰ ἐν Ἐκκλησίᾳ Θεοῦ· δοξαζέσθω τὰ πεπιστευμένα· μὴ περιεργαζέσθω τὰ σιωπώμενα. Ἐκείνοις σεαυτὸν ἀνάμιξον τοῖς μετὰ χαρᾶς ἐξ οὐρανῶν ὑποδεξαμένοις τὸν Κύριον. Ἐννόησον ποιμένας σοφιζομένους, ἱερεῖς προφητεύοντας, γυναῖκας εὐφραινομένας, ὅτε Μαρία χαίρειν ἐδιδάσκετο παρὰ τοῦ Γαβριὴλ, ὅτε Ἐλισάβετ ἐπ’ αὐτῶν εἶχε τῶν σπλάγχνων σκιρτῶντα τὸν Ἰωάννην. Ἄννα εὐηγγελίζετο, Συμεὼν ἐνηγκαλίζετο, ἐν μικρῷ βρέφει τὸν μέγαν Θεὸν προσκυνοῦντες· οὐ τοῦ ὁρωμένου καταφρονοῦτες, ἀλλὰ τῆς θεότητος αὐτοῦ τὴν μεγαλωσύνην δοξολογοῦντες. Ἐφαίνετο γὰρ, ὥσπερ φῶς δι’ ὑελίνων ὑμένων, διὰ τοῦ ἀνθρωπίνου σώματος ἡ θεία δύναμις, διαυγάζουσα τοῖς ἔχουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας κεκαθαρμένους· μεθ’ ὧν καὶ ἡμεῖς εὑρεθείημεν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, ἵνα καὶ αὐτοὶ μεταμορφωθῶμεν ἀπὸ δόξης εἰς δόξαν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.