• Το Ευαγγέλιο της Κυριακής

    Εὐαγγέλιον Κυριακῆς 13 Αὐγούστου 2017

    Ι΄ Ματθαίου (Ματθ. ιζ΄ 14-23) Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Το Κήρυγμα. Τὸ γεγονὸς ποὺ μᾶς περιγράφει τὸ σημερινὸ εὐαγγελικὸ ἀνάγνωσμα, ἀγαπητοί μου ἀδελφοί, τοποθετεῖται χρονολογικὰ ἀμέσως μετὰ τὴ Μεταμόρφωση τοῦ Κυρίου στὸ Ὅρος Θαβώρ, τὴ μεγάλη αὐτὴ Δεσποτικὴ γιορτή, ποὺ γιορτάσαμε τὴν προηγούμενη Κυριακή. Κατεβαίνει ὁ Ἰησοῦς ἀπὸ τὸ Ὅρος Θαβὼρ μαζὶ μὲ τοὺς προκρίτους τῶν μαθητῶν του. Τὸ πρόσωπό του ἀκτινοβολεῖ ἀκόμη τὸ φῶς τῆς θείας φύσεώς του. Συναντοῦν τοὺς ὑπόλοιπους μαθητὲς καὶ πλῆθος κόσμου νὰ συζητοῦν μεταξύ τους. Ἕνας πονεμένος…

  • Θεομητορικές εορτές

    Τα Εγκώμια της Παναγίας

    ΣΤΑΣΙΣ ΠΡΩΤΗ Στχ. Μακάριοι οἱ ἄμωμοι ἐν ὀδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Ἡ Ἁγνή ἐν τάφῳ κατετέθης βαβαί ἡ Θεόν ἐν τῇ γαστρί σου χωρήσασα καί κυήσασα ἀφράστως ἐπί γῆς. Μαριάμ πῶς θνήσκεις πῶς τῷ τάφω οἰκεῖς τῆς ζωῆς τόν χορηγόν ἡ γεννήσασα τούς νεκρούς ἑξαναστήσαντα φθορᾶς Μέτρα γῆς ὁ στήσας Θεός Λόγος ἁγνή Χωρητός τή σή νή δυιί ἐγένετο πῶς ἐν τάφῳ σμικροτάτῳ σύ χωρεῖς. Τόν ὡραῖον κάλλει παρά πᾶν τούς βροτούς ἡ γεννήσασα ἀνείδεος φαίνεται ὑποκύπτουσα θεσμοῖς τοῖς φυσικοῖς Στίχ. Μακάριοι οἱ ἐξερευνῶντες τά μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουν αὐτόν. Διά σου ὁ Ἅδης ἐγυμνώθη Σεμνή καί ἡμεῖς δόξαν Θεοῦ ἐνεδύθημεν πῶς οὔν κύπτεις τοῖς τῆς φύσεως θεσμοῖς. Διά σου τό κέντρον τοῦ θανάτου Σεμνή συνετρίβη καί φθορᾶς ἀπηλάγημεν πῶς οὔν θνήσκεις καί λογίζῃ ἐν νεκροῖς Χώραν ἀχωρήτου τοῦ θεοῦ Μαριάμ χρηματίσασαν καί ἅγιον τέμενος νῦν καλύπτει σέ ἀγρός Γεθσημανής Ὑπό γῆν κατῆλθες ἐπί γῆς τόν Χριστόν ἡ κυήσασα ὡς βρέφος θεονύμφει νά σώσῃ ἐκ θανάτου τούς βροτούς Στίχ. Οὐ γάρ οἱ ἐργαζόμενοι τήν ἀνομίαν ἐν ταῖς ὀδοῖς αὐτοῦ ἐπορεύθησαν. Ἀπορεῖ καί φύσις καί πληθύς νοερά τόν ἐν σοῖ Παρθενομῆτορ μυστήριον τῆς ἐνδόξου καί ἀρρήτου σου ταφῆς Ὤ θαῦμα τῶν ξένων ὤ πραγμάτων καινῶν ἡ πνοῆς μου τόν δοτήρα κυήσασα ἄπνους κεῖται καί κηδεύεται νεκρά Ἀποστόλων δῆμος θεαρχίῳ βουλή πρός σέ ἤκει μεταρσίως αἰρομένος τοῦ κηδεῦσαι σου τό σῶμα τό σεπτόν Νοερῶν συντρέχει στρατιῶν ἡ πληθύς Ἀποστόλοις σύν ἁγίοις κηδεῦσαι σε τήν Πανάχραντον Μητέρα τοῦ Θεοῦ Στχ. Ἐξομολογήσομαι σοί ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι μέ…